2019-10-20 23:41:48
Φωτογραφία για Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ  ΟΚΤΩΒΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλου, Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου, τῶν Ἁγίων νεοφανῶν Μαρτύρων, Ἀνδρέου, Στεφάνου, Παύλου, καὶ Πέτρου.

Ο Όσιος Ιλαρίων ο Μέγας

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ

Ὁ ἱλαρὸς τὴν ψυχὴν καὶ τὴν καρδίαν, ὅτε σε ὁ ἔνθεος ἔρως κατέτρωσε, καὶ ἱεραῖς ἀναβάσεσιν, ἐπαναστῆναι, τῶν κοσμικῶν σε θορύβων ἔπεισε, τότε ὁπλισάμενος Σταυροῦ τὴν δύναμιν, πρὸς τὴν δαιμόνων ἐχώρησας, Παμμάκαρ πάλην, καὶ ἀνεπλέξω νίκης διάδημα, καὶ νῦν αὐλίζῃ, ταῖς λαμπρότησι, τῶν Ἁγίων· μεθ' ὧν ἡμῖν αἴτησαι, φωτισμὸν καὶ εἰρήνην, καὶ πταισμάτων ἀπολύτρωσιν.

Ταῖς φωτοβόλοις ἀκτῖσι παραδόξως, Πάτερ ἀξιάγαστε τῶν ἰαμάτων σου, φωταγωγεῖς τὴν ὑφήλιον, τῶν νοσημάτων, διασκεδάζων σκότος βαθύτατον, ἐντεῦθέν σε ἥλιον ἄλλον γνωρίζομεν, καὶ μοναζόντων ἑδραίωμα, καὶ ποδηγέτην, τῶν σῳζομένων θείῳ ἐν Πνεύματι, καὶ νῦν τὴν μνήμην ἐκτελοῦμέν σου, τὴν φωταυγῆ καὶ σωτήριον Ὅσιε, Ἱλαρίων πταισμάτων, διὰ σοῦ λύσιν λαμβάνοντες.


Δι' ἐγκρατείας τοῦ σώματος τὰ πάθη, Πάτερ καθυπέταξας, τῷ νοερῶ τῆς ψυχῆς, καὶ ἀπαθείας ταῖς πτέρυξι, κεκοσμημένος, χάριν ἐδέξω ἰᾶσθαι Ὅσιε, ἀνθρώπων ἐν Πνεύματι, τὰ ἀρρωστήματα, καὶ ἀπελαύνειν τὰ Πνεύματα, τῆς πονηρίας, καὶ διασῴζειν τοὺς προσιόντας σοι· ὅθεν χοροί σε μακαρίζουσιν, Μοναζόντων Σοφὲ ἀξιάγαστε, καὶ τιμᾷ πᾶσα κτίσις, Ἱλαρίων τοὺς ἀγῶνάς σου.

Δόξα... Ἦχος β' Ἀνατολίου

Ἐκ νεότητός σου φέρων τελειότητος φρόνημα, ὑπέθου σεαυτὸν Ἱλαρίων τῷ ζυγῷ τοῦ Χριστοῦ, καὶ τὸν βίον ζηλώσας τοῦ θείου Ἀντωνίου, τοῖς ἴσοις μέτροις τῆς ἀρετῆς ἀφομοιούμενος, κατέτηξας τὴν σάρκα, σκιρτῶσαν ὥς περ πῶλον, ὡς ὤφειλε τῇ ψυχῇ καθυποτάσσεσθαι, καὶ τῆς ἀσκήσεως δρόμον ἐξετέλεσας· Ἀλλ' ὦ μακαριώτατε Πάτερ, καὶ θαυματουργὲ θεοφόρε, τοῖς τὴν μνήμην σου ἐκ πόθου τελοῦσιν, αἴτησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ

Ὅλην, τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην ἁγνή, πάσης ὄντως ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, οὗπερ, ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον καὶ σῶσόν με.

Ἢ Σταυροθεοτοκίον

Ἄνθραξ, ὃν προεῖδεν ὁ κλεινός, πρώην Ἡσαΐας σαρκοῦται, ἐξ ἀπειράνδρου Μητρός, νεύματι τοῦ φύσαντος αὐτὸν Γεννήτορος, καὶ τεχθεὶς σφαγιάζεται, ἑκὼν ὁ τοῦ κόσμου, αἴρων ἁμαρτήματα, ἀμνὸς ὡς ἄμωμος· ὅθεν, ἡ ἀμνὰς καὶ Παρθένος, τοῦτον ἐν Σταυρῷ καθορῶσα, λύπης τῇ ῥομφαίᾳ ἐτιτρώσκετο.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. δ'

Πνεύματος Ἁγίου πλήρης γενόμενος, ὁ Ὅσιος Ἱλαρίων, τὰς τῶν δαιμόνων ἐπινοίας κατήργησε· τῷ Σταυρῷ γὰρ ὁπλισάμενος, καὶ ἐν τούτῳ θαρρῶν, πάσας τὰς νόσους λόγῳ ἐθεράπευσε, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ πᾶσαν μαλακίαν· Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, κατάπεμψον καὶ ἡμῖν τὴν εἰρήνην σου, ὡς φιλάνθρωπος.

Καὶ νῦν... Θεοτοκίον

Οἱ Μάρτυρές σου ΤΟ ΑΚΟΥΤΕ

Ἐγὼ εἰμι Πανάμωμε, δένδρον τὸ ἄκαρπον τοῦ θείου λόγου, καρπὸν σωτήριον μηδόλως φέρον, καὶ δειλιῶ τὴν ἐκκοπήν, μήπως εἰς τὸ πῦρ βληθῶ τὸ ἄσβεστον· ὅθεν δυσωπῶ σε· Τούτου ῥῦσαί με, δείξασα καρποφόρον, ἄχραντε τῷ Υἱῷ σου, τῇ μεσιτείᾳ σου.

Ἢ Σταυροθεοτοκίον

Οὐ φέρω Τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐκ παραβάσεως καρποῦ ὕπνῳ, ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν, παράσχῃς, ἡ Παρθένος, ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

Ἀπολυτίκιον Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Τὸ φαιδρὸν ὑμνῶ, παμμάκαρ, σῶν θαυμάτων.

Ποίημα Θεοφάνους

ᾨδὴ α' Ἦχος β'

Ἐν βυθῷ κατέστρωσε ΤΟ ΑΚΟΥΤΕ

Τὸν φωσφόρον καὶ φωτοειδῆ, βίον σου Μακάριε, περιχαρῶς εὐφημεῖν προθυμούμενος, τῇ τῆς σῆς λαμπρότητος, ἱλαρότητι φαιδρυνθῆναί με πρέσβευε, καὶ τῆς ἁμαρτίας, Πάτερ τὴν κατήφειαν ἀπέλασον.

Ὁλοτρόπως Μάκαρ τῷ Θεῷ, χαίρων προσεχώρησας, ἔξω σαρκὸς καὶ τοῦ κόσμου γενόμενος, καὶ τὸν νοῦν ἀθόλωτον, τεταμένης δι' ἐγκρατείας ἐτήρησας, τὸ τῆς ἀπαθείας, ἔνθεον ἐντεῦθεν μνηστευσάμενος.

Φανοτάταις σὺ μαρμαρυγαῖς, περιαυγαζόμενος, τῆς ἀρχικῆς καὶ ἀκτίστου θεότητος, πατρικῆς ἠλόγησας, ἀθεΐας καὶ πολυτάραχον ἄγνοιαν, ταύτης ἀπεστράφης, μόνῃ τῇ Τριάδι συντασσόμενος.

Θεοτοκίον

Ἀνατείλας Ἥλιος ἐκ σοῦ, Μῆτερ ἀειπάρθενε, ὁ ἐκ Πατρὸς πρὸ αἰώνων νοούμενος, καὶ τῷ ὀρωμένῳ δέ, παραδόξως περιγραφόμενος σώματι, τῷ τῆς εὐσεβείας, φέγγει τοὺς ἀνθρώπους κατεφώτισεν.

ᾨδὴ γ'

Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ

Ἰώμενος παθῶν τὰς ἐπαναστάσεις, συντόνοις ταῖς ἀσκήσεσιν, Ἱλαρίων, ἐμάρανας ἀοίδιμε ἀνακράζων, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Δερματίνους νεκρώσεως τοὺς χιτῶνας, ἀπέξεσας τῷ ξίφει τῆς ἐγκρατείας, καὶ ὕφανας ἱμάτιον σωτηρίου, βοῶν τῷ Κτίστῃ σου· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ῥωννύμενος ἐλπίδι τῶν αἰωνίων, καὶ Θεῷ προσαγόμενος θεοφόρε, παλάμαις τοῦ θεόφρονος Ἀντωνίου, ὃν καὶ μιμούμενος, φωστὴρ γεγένησαι, Ἱλαρίων θαύμασι, λάμπων Ὅσιε.

Θεοτοκίον

Ὁ πάντα τῇ βουλήσει μόνῃ μορφώσας, τὸν ἄνθρωπον ἠξίωσε μορφωθῆναι, πλαττόμενος ἐν μήτρᾳ σου Θεομῆτορ, ᾧ νῦν κραυγάζομεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.

Ὁ Εἱρμὸς

«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεύμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου κυριε».

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ

Ἀντωνίου τοῦ θείου ἐζηλωκώς, τὸν ἐνάρετον βίον πνευματικῶς, ἐπ' ὤμων σου ἔλαβες,τὸν σταυρὸν τοῦ Κυρίου σου, καταλιπὼν τοῦ βίου, τὴν ἅπασαν μέριμναν, τῇ τῶν παθῶν νεκρώσει, τῷ πνεύματι ἔζησας· ὅθεν καὶ τὴν κτίσιν, παραδόξων θαυμάτων, ἐπλήρωσας Ὅσιε, τῇ τοῦ πνεύματος χάριτι. Ἱλαρίων Πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... καὶ νῦν... Θεοτοκίον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὸ καὶ βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

Ἢ Σταυροθεοτοκίον

Ἐν τῷ ξύλῳ ὁρῶσα τῷ σταυρικῷ, ἡ πανάμωμος μήτηρ τὸν Λυτρωτήν, ἐθρήνει δακρύουσα, καὶ πικρῶς ἀπεφθέγγετο, συνοχῇ καρδίας τὰς κόμας ἐσπάραττε, καὶ πρὸς αὐτόν ἐβόα· Υἱέ μου καὶ Κύριε, πῶς σε τῶν Ἑβραίων, ἀνομώτατος δῆμος, ἀδίκως προσπήγνυσι, τῷ Σταυρῷ ἀναμάρτητε; πῶς καὶ θέλων ὑφίστασαι, ὄξος καὶ τὴν τρῆσιν πλευράς, χολήν τε οἴμοι! καὶ ἥλους μακρόθυμε; ἀλλὰ δόξα σου Σῶτερ, τοῖς θείοις παθήμασι.

ᾨδὴ δ'

Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε ΤΟ ΑΚΟΥΤΕ

Νεκρώσας, τῆς σαρκὸς τὸ φρόνημα, τὸν χειμάρρουν τῆς ἀνομίας, Ἱλαρίων Ὅσιε δαιμόνων τε τὰς μεθοδείας φυγών, ἐν γαλήνῃ θείου Πνεύματος, μετὰ δικαίων Πάτερ ἀναπέπαυσαι.

Ὑδάτων, ἐπιρροίαις Ὅσιε, ἀρδευόμενος τῶν δακρύων, τὴν τῆς ψυχῆς ἄρουραν, πολύκαρπον τῇ γεωργίᾳ σαφῶς, τοῦ Σωτῆρος πᾶσιν ἔδειξας, τῶν Ἀσκητῶν πληθύνας τὰ συστήματα.

Μεθέξει, τοῦ Ἁγίου Πνεύματος κρατυνόμενος, Ἱλαρίων, πονηρίας πνεύματα κατέρραξας, καὶ τῇ δυνάμει Χριστοῦ, ἀσθενοῦντας ἐθεράπευσας, προφητικὴν πλουτήσας καθαρότητα.

Θεοτοκίον

Ναὸν σε, καὶ παστάδα ἔμψυχον, Θεομῆτορ εὐλογημένη, καὶ νοητὴν τράπεζαν, καὶ λυχνίαν κατανοοῦμεν, ἐξ ἧς τοῖς ἐν σκότει ἐξανέτειλε, τῆς πατρικῆς οὐσίας τὸ ἀπαύγασμα.

ᾨδὴ ε'

Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ

Ὡς ἀστραπή, καθαρότητι βίου καὶ πολιτείᾳ, τῇ τῶν Ἀσωμάτων ὁμοιουμένῃ, λάμψας ἐν κόσμῳ, τὸν τοῦ σκότους προστάτην, ἀπελαύνεις Θεομακάριστε, τῷ τῆς εὐσεβείας φωτὶ λαμπρυνόμενος.

Παντοδαπαῖς, διαλάμπων θεόφρον θαυματουργίαις, καὶ χάριτι θείᾳ πεφωτισμένος, πᾶσιν ἐγνώσθης, θησαυρὸς Ἱλαρίων, ἰαμάτων Πάτερ θεόληπτε, ἄλλος τις Προφήτης Θεοῦ γνωριζόμενος.

Αἴγλῃ τῶν σῶν, ἱλαρώτατε Πάτερ κατορθωμάτων, τὰς ἐσκοτισμένας ἐχθροῦ δυνάμεις καταδιώξας, καὶ τῆς τούτων μανίας, ἀφαρπάσας τοὺς σοὶ προστρέχοντας, θείαις δᾳδουχίαις, πρὸς πίστιν ἐφώτισας.

Θεοτοκίον

Μίαν ἡμῖν, ἐν δυσὶ ταῖς οὐσίαις καθορωμένην, ὑπόστασιν μόνη εὐλογημένη, τίκτεις ἀφράστως τὸν Θεοῦ Θεὸν Λόγον, σαρκωθέντα δι' οἶκτον ἄφατον. Τοῦτον οὖν δυσώπει, φρουρῆσαι τοὺς δούλους σου.

ᾨδὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ

Μοναρχίᾳ λατρεύων Θεότητος, τὸ τῆς ἀναρχίας πολύαρχον ἤλεγξας, εἰδωλικὴν δυσσέβειαν, καταργήσας θεόφρον τῇ χάριτι.

Ἀνατείλας ὡς φοίνιξ ἐξήνθησας, ἐν τῇ Ἐκκλησίᾳ Πατὴρ ἡμῶν Ὅσιε, τῇ τῶν καρπῶν γλυκύτητι, κατευφραίνων πιστῶν τὰ πληρώματα.

Καθαιρέτης ἐδείχθης ἀήττητος, τῶν τῆς πονηρίας πνευμάτων ἀοίδιμε, πλουτοποιὰ χαρίσματα, πρὸς Θεοῦ Ἱλαρίων δεξάμενος.

Θεοτοκίον

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Ὁ Εἱρμὸς

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Κοντάκιον Ἦχος γ'

Ἡ Παρθένος ΤΟ ΑΚΟΥΤΕ

Ὡς φωστῆρα ἄδυτον, τοῦ νοητοῦ σε Ἠλίου, συνελθόντες σήμερον, ἀνευφημοῦμεν ἐν ὕμνοις· Ἔλαμψας τοῖς ἐν τῷ σκότει τῆς ἀγνωσίας, ἅπαντας ἀναβιβάζων πρὸς θεῖον ὕψος, Ἱλαρίων τοὺς βοῶντας· Χαίροις ὦ Πάτερ, τῶν Ἀσκητῶν ἡ κρηπίς.

Ὁ Οἶκος

Ἐρασθεὶς τῶν τοῦ Χριστοῦ θείων παραγγελμάτων, καὶ μισήσας σαρκὸς καὶ κόσμου τὴν ἀπόλαυσιν, προσῆλθες προθύμως αὐτῷ, καὶ ἐγένου ἀστήρ, φωτίζων τὰ πέρατα πάντα, τῇ αἴγλῃ τοῦ Πνεύματος· διὸ προσπίπτων καθικετεύω σε· Φώτισον κἀμοῦ τοὺς ὀφθαλμούς τῆς ψυχῆς, τοῦ ἀνυμνῆσαι τοὺς σοὺς ἀγῶνας, οὓς ἐπεδείξω ἐπὶ γῆς διὰ τὴν μέλλουσαν ζωήν, ἧς περ νῦν ἀπολαύων, μνήσθητι τῶν ἐκβοώντων· Χαίροις ὦ Πάτερ, τῶν Ἀσκητῶν ἡ κρηπίς.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ μεγάλου.

Στίχοι

Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,

Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.

Ὕστατα Ἱλαρίων κοιμήσατο εἰκάδι πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.

Στίχοι

Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,

Γλυκὺν τρυφῆς πίνουσι χειμάρρουν ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων, Ἀνδρέου, Στεφάνου, Παύλου, καὶ Πέτρου.

Στίχοι

Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,

Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.

Στίχοι

Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,

Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.

Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,

Τετμημένος σοι Σωκράτης στεφοκράτης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.

Στίχοι

Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,

Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'

Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ

Ῥημάτων ὁ φθόγγος σου, καὶ τῶν θαυμάτων ἡ χάρις ἡ ἔνθεος, εἰς πᾶσαν ἐξελήλυθε, τὴν γῆν Πάτερ Ὅσιε, θεοσεβείας πυρσῷ, πᾶσιν ἐπιλάμπουσα πιστοῖς, τῶν ἰαμάτων τὴν ἱλαρότητα.

Σταυρῷ τειχιζόμενος, τῷ τοῦ Σωτῆρος, ἀλώβητος ἔμεινας, ἀλόγως ἐφορμήσαντος, δαιμόνων φρυάγματος ἐπὶ σὲ Πάνσοφε· οἶδε γὰρ ὁ ὕψιστος Θεός, περιφρουρεῖν τούς αὐτοῦ θεράποντας.

Ὡς στῦλος ἀκράδαντος, οὐρανομήκης, ὡς πύργος ἀσάλευτος, ὡράθης δι' ἀσκήσεως, πυρσεύων τὰ θαύματα, διδοὺς ἰάματα, βρύων θεῖα δόγματα πηγῆς, ἐξ ἀενάου τῶν θεοπνεύστων Γραφῶν.

Θεοτοκίον

Νεφέλη Παρθένος σε, δικαιοσυνης, τὸν Ἥλιον ἔτεκε, παρθένος διαμείνασα, τῷ πάθει τοῦ σώματος προσομιλήσαντα, ἄνθρωπον γενόμενον Χριστέ, δι' εὐσπλαγχνίαν καὶ συγκατάβασιν.

ᾨδὴ η'

Κάμινος ποτὲ ΤΟ ΑΚΟΥΤΕ

Θρόνος ἀληθῶς, αἰσθήσεως ἐγένου, θείᾳ συνέσει λαμπρυνόμενος, καὶ θείοις προστάγμασι, θεοφρόνως ὁδηγούμενος, καὶ ἀρετῇ λαμπόμενος, Ὅσιε Ἱλαρίων, τῶν Ἀσκητῶν ἐγκαλλώπισμα.

Ἅρμα μυστικόν, τὸ ὄνομα βαστάζων, τὸ τοῦ Κυρίου ὤφθης Ὅσιε, δι' ἔργων λαμπρότητος, καὶ θαυμάτων ἐπιδείξεως, καὶ καθαρᾶς βιώσεως, Ὅσιε Ἱλαρίων, τῶν Ἀσωμάτων ὁμόσκηνε.

Υἱοθετηθείς, τῇ χάριτι τῇ θείᾳ συγκληρονόμος Θεοῦ γέγονας, καὶ πλοῦτον οὐράνιον, βασιλείαν ἀδιάδοχον ἀπείληφας θεσπέσιε, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Θεοτοκίον

Μύρον νοητόν, ἐκκενωθὲν Παρθένε, ὠνομασμένον Υἱὸν τέτοκας, ἀτμοῖς τῆς θεότητος, τοὺς βροτοὺς εὐωδιάζοντα, καὶ τῆς φθορᾶς ῥυόμενον, κράζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

Ὁ Εἱρμὸς

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ Πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

ᾨδὴ θ'

Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ

Ἁγίων σκηνώματα, χοροβατεῖν ἠξίωσε, τὴν ζωὴν διανύσας ἁγίως Ὅσιε· καὶ ὡς πεφηνότι δικαίῳ, σοὶ τριλαμπές, ἀνέτειλε φέγγος, καὶ ἡ τούτου σύζυγος, εὐφροσύνῃ σε ἐδέξατο.

Τῶν ἄθλων τὰ ἔπαθλα, παρὰ Θεοῦ δεξαμενος, καὶ ζωῆς αἰωνίου σαφῶς λαβόμενος, καὶ τῆς καλλονῆς Ἱλαρίων, τῆς ὑπὲρ νοῦν, Πάτερ εὐμοιρήσας, ὑπὲρ τῶν ὑμνούντων σε, τὸν Δεσπότην καθικέτευε.

Ὡς κέδρος ὑψίκομος, δι' ἀρετῆς ὑψούμενος, ἐν αὐλαῖς Ἱλαρίων, Θεοῦ πεφύτευσαι, καὶ ὡς κεκλεισμένος δὲ κῆπος, ὡς εὐθαλής, Παράδεισος ὤφθης, ὡς πηγὴ ἰάματα, Ἱλαρίων ἀναβλύζουσα.

Θεοτοκίον

Νυμφὼν ἐχρημάτισας, τῆς ὑπὲρ νοῦν σαρκώσεως, τῆς τοῦ Λόγου Παρθένε Θεογεννήτρια, περιβεβλημένη ἐν δόξῃ, τῶν ἀρετῶν, καὶ πεποικιλμένη· διὸ σε πανάμωμε, Θεοτόκον καταγγέλλομεν.

Ὁ Εἱρμὸς

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν, τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ

Τὸ ἱλαρόν σου Πάτερ, καὶ καθαρώτατον ὁρῶν, τῆς διανοίας ὁ πάντων, γινώσκων τὰς ἐνθυμήσεις, φωστῆρα κόσμῳ δεικνύει, σὲ Μοναζόντων τὸ κλέος.

Θεοτοκίον

Τὸν Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς ἱκέτας.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ

Ὅλος ἀνακείμενος, διὰ παντὸς τῷ Κυρίῳ, σάρκα μὲν ἐνέκρωσας, ἀρετῶν ἀσκήσεσιν ἐκ νεότητος, τῆς ψυχῆς ὄμμα δέ, θεωρίαις Πάτερ, φωτοβόλοις ἀνεπτέρωσας· διὸ γενόμενος, θείων δεκτικὸς διαδόσεων, ἰάσεων χαρίσματα, καὶ θεοσημίας ἐπλούτησας, πᾶσι διανέμων, τοῖς χρῄζουσι πλουσίας δωρεάς, καὶ παρρησίᾳ δεόμενος, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδεγμένος, Ἱλαρίων Ὅσιε, αἰσθητὸς ὡς ἥλιος διελήλυθας, τὰ τῆς γῆς πέρατα, διασπείρων πᾶσι, τὰς ἀκτῖνας τῶν θαυμάτων σου· διὸ Προφήτην σε, καὶ θαυματουργὸν ἀνεκήρυττον, καὶ θεῖον καὶ θεόληπτον, οἱ τῆς εὐποιΐας μετέχοντες, καὶ τῶν ἰαμάτων, θεόφρον ἀπολαύοντες τῶν σῶν, καὶ σωτηρίαν καρπούμενοι, ταῖς διδασκαλίαις σου.

Βίου τὴν τερπνότητα, καὶ τὰ ὁρώμενα πάντα, ὑπερβὰς τῇ χάριτι, καὶ πρὸς τὰ νοούμενα καὶ ἀσάλευτα, μεταβὰς Ὅσιε, καθαρῶς τῷ μόνῳ, καθαρῷ τε προσωμίλησας, νοὸς ὀξύτητι, καὶ τῇ τῆς ψυχῆς καθαρότητι, ὡς Ἄγγελος ἐβίωσας, καὶ μετὰ τῆς ὕλης ὁρώμενος· καὶ νῦν τῷ Δεσπότῃ, των ὅλων παριστάμενος Χριστῷ, ἐν παρρησίᾳ, ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος β'

Τὸ ἱλαρόν σου Πάτερ, καὶ καθαρὸν τοῦ βίου, ἰδὼν ὁ Χριστός, τὸ πρᾶον καὶ ἡσύχιον, μονὴν πεποίηται ἐν σοί, καὶ γέγονας οἰκητήριον θεῖον· καὶ διὰ τοῦτο σύν Ἀγγέλοις ἐν οὐρανοῖς, αὐλίζῃ μακάριε.

Καὶ νῦν... Θεοτοκίον

Ὅτε ἐκ τοῦ ξυλου σε ΤΟ ΑΚΟΥΤΕ

Ὅλος, ἡδονῶν φθοροποιῶν, ὅλος πεπλησμένος παντοίων, κακῶν γεγένημαι, ὅλος ὁ ταλαίπωρος, ἐκ παίδων βέβηλος, ἕως γήρως μεστὸς εἰμι, κακῶν τῶν συνήθων· ἀλλὰ ἡ τὸν αἴροντα τὰ ἁμαρτήματα, κόσμου ἀπορρήτως τεκοῦσα, τοῦτον καθικέτευε δοῦναι, τῶν πλημμελημάτων μοι τὴν ἄφεσιν.

Ἢ Σταυροθεοτοκίον

Ξύλῳ τοῦ Σταυροῦ σε Ἰησοῦ, προσαναρτηθέντα ὁρῶσα ἡ ἀπειρόγαμος, ἔκλαιε καὶ ἔλεγε· Τέκνον γλυκύτατον, ἵνα τὶ ἐγκατέλιπες, ἐμὲ τὴν τεκοῦσαν, μόνην φῶς ἀπρόσιτον, τοῦ προανάρχου Πατρός; Σπεῦσον καὶ δοξάσθητι ὅπως, δόξης ἐπιτύχωσι θείας, οἱ τὰ θεῖα πάθη σου δοξάζοντες.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. δ'

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν, Ἱλαρίων Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβευσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Οἱ Μάρτυρές σου ΤΟ ΑΚΟΥΤΕ

Οἱ λόγοι μου ἀκάθαρτοι, τὰ χείλη δόλια, τὰ ἔργα δέ μου, εἰσὶ παμμίαρα, καὶ τὶ ποιήσω, πῶς ὑπαντήσω τῷ Κριτῇ; Δέσποινα Παρθένε καθικέτευσον, τὸν Υἱὸν καὶ Πλάστην σου καὶ Κύριον, ὅπως ἐν μετανοίᾳ, δέξηταί μου τὸ πνεῦμα, ὡς μόνος εὔσπλαγχνος.

Ἢ Σταυροθεοτοκίον

Ἡ Πάναγνος ὡς εἶδέ σε, Σταυρῷ κρεμάμενον ἐθελουσίως, κατανοοῦντά σου τὴν δυναστείαν, λύπῃ συνείχετο Χριστέ, καὶ ὀδυρομένη ἀνεβόα σοι· Τέκνον, μὴ με λίπῃς τὴν τεκοῦσάν σε· δὸς μοι λόγον Υἱέ μου, μὴ με σιγῶν παρέλθῃς, Λόγε Θεοῦ τὴν δούλην σου.

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, ὡς σύνηθες καὶ Ἀπόλυσις.
paraklisi
ΦΩΤΟΓΡΑΦΙΕΣ
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ