2020-03-22 12:25:29
Φωτογραφία για Α' και Γ' ωδή Κανόνος Όρθρου Σταυροπροσκυνήσεως
ᾠδὴ α’ ἦχος α’. ὁ Εἱρμός «Ἀναστάσεως ἡμέρα»

Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῶ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Πανηγύρεως ἡμέρᾳ, τῇ Ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή, ὁ Ἀδὰμ ἐξαναστὰς χορεύει χαρᾷ, διὸ ἀλαλάξωμεν ἐπινίκιον ᾂδοντες.

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Προσκυνήσεως ἡμέρα τοῦ τιμίου Σταυροῦ δεῦτε πρὸς τοῦτον πάντες, τῆς γὰρ Ἐγέρσεως Χριστοῦ, τὰς αὐγὰς φωτοβολῶν, προτίθεται νῦν, Αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι.

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἐπιφάνηθι ὁ μέγας, τοῦ Κυρίου Σταυρός, δεῖξόν μοι ὄψιν θείαν, τῆς ὡραιότητός σου νῦν ἄξιον προσκυνητήν, αἰνέσεώς σου, καὶ γὰρ ὡς ἐμψύχῳ σοι, καὶ φωνῶ, καὶ προσπτύσσομαι.

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.


Αἰνεσάτωσαν συμφώνως, οὐρανὸς καὶ ἡ γῆ, ὅτι πρόκειται πᾶσιν, ὁ παμμακάριστος Σταυρός, ᾧ παγεὶς σωματικῶς, ἐτύθη Χριστός, Αὐτὸν ἀσπασώμεθα, ψυχικῶς ἀγαλλόμενοι.

Δόξα Πατρὶ Τριὰς τοῖς χαρακτῆρσιν, ὢ Μονὰς τῇ μορφῇ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ὁμοδύναμος Ἑνὰς ἐν βουλῇ καὶ θελήσει, καὶ κράτους ἀρχῇ, τὸν Κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα.

Καὶ νῦν… Θεοτοκίον

Πεῖραν ὅλως ἡ Παρθένος, μὴ εἰδυῖα ἀνδρός, ἄσπορον τίκτεις βρέφος, ἄχραντον φέρεις τοκετόν, τὸν τῶν ὅλων ποιητήν, Χριστὸν τὸν Θεόν, Αὐτὸν ἐκδυσώπησον εἰρηνεῦσαι τὰ σύμπαντα.

ᾠδὴ γ’. ὁ εἱρμός «Δεῦτε πόμα πίωμεν καινὸν»

Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.

Στερέωσον Δέσποτα Χριστέ,…

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Δεῦτε ᾆσμα ᾄσωμεν καινόν, τὴν κατάλυσιν ᾅδου πανηγυρίζοντες, ἐκ γὰρ τοῦ τάφου Χριστός, ἀνέστη τὸν θάνατον ἑλών, καὶ σώσας τὰ σύμπαντα.

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δεῦτε ἀρυσώμεθα πιστοὶ οὐκ ἐκ κρήνης βρυούσης ὕδωρ φθειρόμενον, ἀλλὰ πηγὴν φωτισμοῦ, Σταυροῦ προσκυνήσει τοῦ Χριστοῦ, ἐν ᾧ καὶ καυχώμεθα.

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πάλαι ὃν ἐτύπου Μωϋσῆς ταῖς παλάμαις Σταυρόν σου νῦν προσπτυσσόμενοι, τὸν νοητὸν Ἀμαλὴκ τροπούμεθα Δέσποτα Χριστέ, δι’ οὗ καὶ σεσώσμεθα.

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὄμμασι καὶ χείλεσιν ἁγνοῖς, ἀνακρούοντες μέλος ἀγαλλιάσεως τὸν τοῦ Κυρίου Σταυρὸν χαρᾷ προσκυνήσωμεν πιστοί, κροτοῦντες ἐν ᾂσμασι.

Δόξα Πατρὶ…

Ἕνα ὑποστάσεσι τρισὶ Θεὸν ἄναρχον σέβω μὴ διαιρούμενον τῇ τῆς οὐσίας μορφῇ, Πατέρα, Υἱὸν καὶ Πνεῦμα ζῶν, ἐν οἷς βεβαπτίσμεθα.

Καὶ νῦν… Θεοτοκίον

Ἐν βάτῳ Μωσῆς σου τυπικῶς τὸ μυστήριον πάλαι Σεμνὴ ἑώρακεν, ὡς γὰρ ἐκείνην ἡ φλόξ, τὸ πῦρ τῆς θεότητος τὴν σήν, νηδὺν οὐ κατέφλεξεν.
proskynitis
VIDEO
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ