2021-08-22 21:12:18
Φωτογραφία για 23 Αὐγούστου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. β΄ 5-11

5 Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, 7 ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, 8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 9 διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι΄ 38-42, ια΄ 27-28

38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.


ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΕΙΡΗΝΑΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΛΟΥΓΔΟΥΝΟΥ

Στίς 23 Αὐγούστου ἑορτάζουμε τόν ἅγιο ἱερομάρτυρα Εἰρηναῖο, ἐπίσκοπο Λουγδούνου. Ἔζησε κατά τούς χρόνους τοῦ Μάρκου Αὐρηλίου τό 160. Ἦταν διάδοχος τῶν ἁγίων ἀποστόλων κι ἔγινε ἐπίσκοπος Λουγδούνου, τῆς σημερινῆς Λυών τῆς Γαλλίας. Συνέγραψε πάμπολλα βιβλία σχετικά μέ τήν χριστιανική πίστη, τά ὁποία οἱ μεταγενέστεροι Πατέρες τῆς Ἐκκλησίας συμβουλεύθηκαν. Μετέστρεψε πολλούς εἰδωλολάτρες στήν χριστιανική πίστη μέ τούς λόγους καί τή διδασκαλία του. Προσέφερε πολλούς μάρτυρες στόν Χριστό καί τέλος ἀποκεφαλίσθηκε καί ὁ ἴδιος.

Ἀπολυτίκιον

(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)

Ὡς σοφὸς Ἱεράρχης φερωνύμως ἐκήρυξας, τοῦ Εὐαγγελίου ἐν κόσμῳ, τῆς εἰρήνης τὰς χάριτας, παμμάκαρ Εἰρηναῖε ἱερέ, καὶ ἤθλησας στερρῶς ὑπὲρ Χριστοῦ· διὰ τοῦτό σε τιμῶμεν μελῳδικῶς, Ἱερομάρτυς κράζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν χάριν καὶ ἔλεος.

Μεγαλυνάριον

Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ τῆς ἐν Λουγδούνῳ, Ἐκκλησίας ὑφηγητής· χαίροις Εἰρηναῖε, σοφὲ Ἱερομάρτυς, εἰρήνην ὁ βραβεύων, τοῖς σὲ γεραίρουσι.

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ