2023-01-20 10:05:17
Φωτογραφία για Εγκώμια εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Γεράσιμο Μικραγιαννανίτη τον Υμνογράφο
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια, Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Ὁ Κανὼν φέρει τήνδε τὴν ἀκροστιχίδα·

«Χαῖρε, Γεράσιμε, Μικραγιαννανῖτα, ὑμνῆτορ Ἁγίων. Χ.»

Στάσις Ἆ’ . Ἦχος πλ. ἆ’. Ἤ ζωή ἔν τάφω.

Μακαρίζομέν σε, ὑμνογράφε σεπτέ, πνευματέμφορε Γεράσιμε, κλέϊσμα Ἄννης Σκήτεως Ἁγίας τῆς Μικρᾶς.

Μακαρίζομέν σε, Ἀθωνῖτα σεπτέ, αὔρα Πνεύματος Ἁγίου, Γεράσιμε, φιλεόρτων ἡ δροσίζουσα ψυχάς.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα· Χαῖρε, Γεράσιμε

Χαῖρε, ὑμνηπόλε τῶν Ἁγίων Χριστοῦ, σάλπιγξ εὔηχε ᾀσμάτων, Γεράσιμε, καὶ αὐτῶν κιθάρα δόξης μελουργέ.

Ἀθωνῖτα μάκαρ, ἀσκητῶν καλλονή, προσευχῇ καὶ ἀγρυπνίᾳ, Γεράσιμε, ἀνελήλυθας βαθμίδας ἀρετῶν.

Ἱερὲ οἰκῆτορ παρυφῶν, ἀσκητά, ὄρους Ἄθωνος, θεόφρον Γεράσιμε, σοῖς ἀγῶσι κατεπύκτευσας Σατάν.

Ῥαντισμῷ εὐχῶν σου ἁγιάζεις πιστούς, σὲ τιμῶντας κατ’ ἀξίαν, Γεράσιμε, ὡς ἀκένωτον πηγὴν ἁγιασμοῦ.


Ἕλκων ἐξ Ἠπείρου, μάκαρ, καταγωγὴν τῆς Βορείου ἰσαγγέλως, Γεράσιμε, βίον ἤνυσας ἐν Ἄθωνι, σοφέ.

Γέρας εὐσεβείας, ἄκρας ὑπακοῆς καὶ σαρκὸς σκληραγωγίας, Γεράσιμε, Ἐκκλησίαν κατηγλάϊσας Χριστοῦ.

Ἐγκαυχᾶται Ἄθως πόνοις ἀσκητικοῖς καὶ γραφίδι σου ἁγίᾳ, Γεράσιμε, πρὸς ἐξύμνησιν τῶν φίλων τοῦ Χριστοῦ.

Ῥῦσαι δυσθυμίας, λυπηρῶν καὶ δεινῶν σοῦ τῇ χάριτι, Γεράσιμε, σπεύδοντας καὶ ζητοῦντας τὴν θερμήν σου ἀρωγήν.

Αἴγλης οὐρανίου σὺν Ἁγίων χοροῖς ἀπολαύεις, μελιχρῶς οὓς ἐξύμνησας, ὑμνογράφε θεοφόρε, ἐν Ἐδέμ.

Σκεῦος Παρακλήτου καθαρὸν ἀληθῶς, ἐν καιροῖς λεξιπενίας, Γεράσιμε, γλωσσαμύντωρ ἀνεδείχθης θαυμαστός.

Ἱερῶν καμάτων ὡς στρουθὸς ἀληθῶς, ἐπὶ δώματος μονάζον, Γεράσιμε, ἐκελάδησας ἀγῶνας ἀσκητῶν.

Δόξα. Τριαδικόν.

Μέλπομέν Σε πόθῳ, Παναγία Τριάς, Πάτερ, Λόγε καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τρισυπόστατε, πανύμνητε Θεέ.

Καὶ νῦν. Θεοτοκίον.

Ἐπευλόγει πάντας, Θεοτόκε ἁγνή, τοὺς ὑμνοῦντάς σε ὡς ἔφορον Ἄθωνος καὶ πιστῶν ἐν πειρασμοῖς καταφυγήν.

Καὶ αὖθις τὸ πρῶτον.

Μακαρίζομέν σε, ὑμνογράφε σεπτέ, πνευματέμφορε Γεράσιμε, κλέϊσμα Ἄννης Σκήτεως Ἁγίας τῆς Μικρᾶς.

Στάσις Β’. Ἦχος πλ. α’. Ἀξιόν ἔστι.

Ἄξιόν ἐστι μεγαλύνειν σε, Ἁγίας Ἄννης Σκήτεως Μικρᾶς θεῖον ἔνοικον, Θείας Χάριτος, Γεράσιμε, κρουνέ.

Ἄξιόν ἐστι μεγαλύνειν σε, τὸν ὑμνογράφον, Ἀθωνίτην θεῖον, Γεράσιμε, πολυχεύμονα ὡς Χάριτος πηγήν.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα· Μικραγιαννανῖτα.

Μάκαρ ἀσκητὰ θείας Σκήτεως Ἁγίας Ἄννης τῆς Μικρᾶς, θεόθεν, Γεράσιμε, χάριν εἴληφας Ἁγίους ἐξυμνεῖν.

Ἴθυνας σεμνῶς, Δροβιάνης τοῦ Δελβίνου γόνε, πόδας σου πρὸς ὄρος, Γεράσιμε, Ἁγιώνυμον, Ἁγίων ὑμνῳδέ.

Κλέος ἀσκητῶν, Μελετίου ῥήμασιν ὑπεῖκες καὶ τοῦ Ἀβιμέλεχ, Γεράσιμε, ὡς ὁ σίδηρος χαλκέως ταῖς χερσί.

Ῥείθροις ἱεροῖς τῶν δακρύων σου καὶ τῶν ἱδρώτων τὸ μελαμβαφές σου τριβώνιον καθηγίασας, Γεράσιμε σεπτέ.

ᾌσμασι τερπνοῖς σὸν ἰσάγγελον τιμῶμεν βίον, ὑμνογράφε πάνυ, Γεράσιμε, προσευχῆς ἀδιαλείπτου ἀηδών.

Γέρας τιμαλφὲς ὁσιότητος, ἀφθίτου αἴγλης σὲ ὁ στεφοδότης, Γεράσιμε, κατηξίωσεν ἐν δόμοις οὐρανῶν.

Ἵλεων ἡμῖν τὸν εὐΐλατον Θεὸν τῶν ὅλων σαῖς εὐχαῖς ἀπέργασαι, Ὅσιε, Θείας Χάριτος, Γεράσιμε, κρουνέ.

Ἄθωνος στρουθέ, ὁ Ἁγίων κελαδήσας ἄθλους, ηὔφρανας σοῖς ὕμνοις, Γεράσιμε, τὰς ψυχὰς φιλακολούθων εὐσεβῶν.

Νέκταρ τὸ ἡδὺ ὁ τρυγήσας ἐκ σεπτῶν χειλέων σῶν Γερόντων τῆς ὁσιότητος, τῆς εὐκλείας ἴσος πέφηνας αὐτῶν.

Νίκας κατ’ ἐχθρῶν νοητῶν τοῖς σοῖς ἱκέταις δίδου ὁ αὐτοὺς νικήσας, Γεράσιμε, ταπεινώσει, νήψει καὶ ὑπακοῇ.

Ἄγρυπνον ἡμῶν σὲ προβάλλομεν πρὸς Κτίστην πρέσβυν, τὸν δοξολογοῦντα, Γεράσιμε ὑμνηπόλε, ἐσαεὶ Αὐτὸν τρανῶς.

Νέκρωσον ἡμῶν τὰ χαμαίζηλα πάθη λιταῖς σου, ὁ εὐχῇ καὶ νήψει, Γεράσιμε, κατευνάσας τὰ κινήματα σαρκός.

Ἴθυνον ἡμᾶς πρὸς σκηνώματα ἀλήκτου δόξης, τοὺς ὑμνολογοῦντας, Γεράσιμε, ὡς Ἁγίων ὑμνηπόλον σὲ φαιδρόν.

Δόξα. Τριαδικόν.

Τρίφωτε πυρσέ, ὁ τὴν κτίσιν καταυγάζων πᾶσαν, λῦσον τῶν παθῶν μου τὴν ζόφωσιν, ὁμοούσιε καὶ σύνθρονε Τριάς.

Καὶ νῦν. Θεοτοκίον.

Ἄξιόν ἐστι μακαρίζειν σε, τὴν Θεοτόκον, Ἄθωνος φρουρὸν καὶ ἀντίληψιν Γερασίμου, ὑμνογράφου τοῦ σεπτοῦ.

Καὶ αὖθις τὸ πρῶτον.

Ἄξιόν ἐστι μεγαλύνειν σε, Ἁγίας Ἄννης Σκήτεως Μικρᾶς θεῖον ἔνοικον, Θείας Χάριτος, Γεράσιμε, κρουνέ.

Στάσις Γ’. Ἠχός γ’. Αἵ γενεαί πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε, Γεράσιμε ὑμνῆτορ.

Αἱ γενεαὶ πᾶσαι Γεράσιμον τιμῶμεν, τὸν θεῖον ὑμνογράφον.

Καὶ τὰ ἑπόμενα φέροντα ἀκροστιχίδα· Ὑμνῆτορ Ἁγίων. Χ.

Ὑμνοῦμέν σου τὴν χάριν, Γεράσιμε θεόφρον, Ἁγίων ὑμνηπόλε.

Μικρᾶς Ἁγίας Ἄννης τῆς Σκήτεως ἐδείχθης, Γεράσιμε, κοσμήτωρ.

Νικήτορας ἐν μάχαις κατὰ τοῦ πλάνου δεῖξον ἡμᾶς, πνευματοφόρε.

Ἡγίασας ἀσκήσει, Γεράσιμε, τὴν Σκήτην Μικρᾶς Ἁγίας Ἄννης.

Τῆς Χάριτος ταμεῖον, Γεράσιμε, λογίων πατέρων ὤφθης κέρας.

Ὁδὸν κατάδειξόν μοι ἀπάγουσαν πρὸς πόλον, Γεράσιμε θεόφρον.

Ῥαίνομεν σὴν μνήμην, Γεράσιμε, τῶν ὕμνων τῶν μελιῤῥύτων ῥόδοις.

Ἁγίαζε καὶ σκέπε, Γεράσιμε, χορείας τοῦ Ἄθωνος ἀζύγων.

Γῆθεν ἕλκυσον με, Γεράσιμε, πρὸς πόλον, εὐκλείας οὗ μετέχεις.

Ἰσχὺν λαβὼν θεόθεν, Γεράσιμε, ἀνύμνεις τῆς πίστεως Ἁγίους.

Ὡς ὑμνῳδὸν Ἁγίων σὲ πάντες εὐφημοῦμεν, Γεράσιμε παμμάκαρ.

Δόξα. Τριαδικόν.

Ναοὺς ἡμᾶς σοφίας, Τριὰς Ἁγία, δεῖξον, τοὺς Σὲ δοξολογοῦντας.

Καὶ νῦν. Θεοτοκίον.

Χαρᾶς καρδίας πλῆσον σῶν δούλων, Θεοτόκε, Παρθένε Παναγία.

Καὶ αὖθις τὸ πρῶτον.

Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε, Γεράσιμε ὑμνῆτορ.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α΄.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Γεράσιμον ὑμνῆσαι.

Τῶν Ἀγγέλων ὁ δῆμος ἐπισκίασιν βλέπων ὑπὸ Πνεύματος Θείου σοῦ εἰς σύνθεσιν ᾠδῶν πρὸς τιμὴν τῶν Ἁγίων ἔψαλλε λαμπρῶς· Ἀσκητὰ Γεράσιμε, Ἀθωνῖτα, χαῖρε, πνευματοφόρητε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Γεράσιμον ὑμνῆσαι.

Ὥσπερ μύρον τῷ Χριστῷ προσήνεγκας ἱερὰς Ἀκολουθίας πρὸς ἐξύμνησιν Ἁγίων πίστεως καὶ αὐτῶν ἐν δίναις ἱκεσίαν, πάνυ ἀσκητά, Γεράσιμε Ὅσιε, ὑμνηπόλε, Θείου Πνεύματος κάλαμε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Γεράσιμον ὑμνῆσαι.

Λίαν θερμῶς οἱ πιστοὶ ὑμνήτορα νῦν Γεράσιμον πνευματοφόρον τῶν Ἁγίων τοῦ Θεοῦ προθύμως ἐκβοῶμεν· Χάριτος κρουνὲ

ἄφθονε, κατάπεμψον σαῖς ἐνθέρμοις λιταῖς ἡμῖν μέγα ἔλεος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Γεράσιμον ὑμνῆσαι.

Μυροφόροι ὡς ἄλλαι σήν, Γεράσιμε, μνήμην καταῤῥαίνομεν ᾄσμασιν εὐτάκτοις, Μικρᾶς οἰκιστὰ Ἄννης Σκήτεως θείας, ὁ ὑμνῳδιὸς Ἁγίων τῆς πίστεως, Παρακλήτου συνεργείᾳ τοῦ Πνεύματος.

Δόξα. Τριαδικόν.

Εὐλαβῶς προσκυνοῦντες τὴν Ἁγίαν Τριάδα, τὸν Πατέρα, τὸν Λόγον καὶ τὸ Ἅγιον Πνεῦμα, τρισσοπύρσευτον φάος, μέλπομεν λαμπρῶς Ὅσιον Γεράσιμον, Ἄθωνος λύχνον νεοπύρσευτον.

Καὶ νῦν. Θεοτοκίον.

Ζωοδότην τεκοῦσα, Ἰησοῦν, τὸν δοτῆρα ἀγαθῶν αἰωνίων,

Παναγία Παρθένε, ἀσιγήτως δυσώπει Τοῦτον, ἀγαθή, δοῦναι τοῖς οἰκέταις σου οὐρανόθεν ἰσχύν, χαρὰν καὶ δύναμιν.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα Σοι, ὁ Θεός. (ἐκ γ΄)

Δίστιχον.

Γεράσιμε, σὸν τιμῶντα περιφρούρει,

Μικραγιαννανῖτα, Χαραλάμπης ψάλλει.

Πηγή: proseyxi
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ