2018-10-09 17:40:16
Φωτογραφία για «Χαίρετε Μαρτύρων σεπτὴ δυάς, Εὐλάμπιε μάκαρ, σὺν τῇ Εὐλαμπίᾳ τῇ ἀδελφῆ, καὶ διακοσίους, Ἁγίους Ἀθλοφόρους, ὑπὲρ ἡμῶν Κυρίῳ, ἀεὶ πρεσβεύσατε»
Εορτάζουν στις 10 Οκτωβρίου εκάστου έτους.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Ἀπολυτίκιον 

Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.

Τῆς φύσεως θεσμῶ, συνημμένοι ἐνθέως, ὁμόψυχοι στερρῶς, ὡς ὀμαίμονες θεῖοι, αὐτάδελφοι Μάρτυρες, ἐν ἀθλήσει ὠράθητε, ὦ Εὐλάμπιε, σὺν τὴ σεμνὴ Εὐλαμπία, ὅθεν στέφανον, νικητικὸν δεδεγμένοι, ἠμᾶς διασῴζετε.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος δ’. Ταχύ προκατάλαβε.

Οἱ Μάρτυρες σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον

Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Τοὺς γενναίους Μάρτυρας, καὶ ἀδελφοὺς κατὰ σάρκα, τὸν σοφὸν Εὐλάμπιον, καὶ Εὐλαμπίαν τιμῶμεν, οὗτοι γὰρ τῶν τυραννούντων μηχανουργίας, ᾔσχυναν τῇ δυναστείᾳ τοῦ σταυρωθέντος· ἀνεδείχθησαν διόπερ, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.


Ὁ Οἶκος

Τὴν δυάδα πιστοὶ τῶν Ἀθλοφόρων σήμερον, ἐν ᾠδαῖς ἱεραῖς καὶ ὕμνοις εὐφημήσωμεν, ὅτι τῶν εἰδώλων καθεῖλον τὴν πλάνην, πολυθεΐας τὸ πῦρ κατασβέσαντες, καὶ δαίμονας ᾔσχυναν, τῶν δὲ τυράννων τὸν θυμὸν οὐκ ἔπτηξαν ξίφη τε καὶ πῦρ μὴ δειλιάσαντες, οὔτε θηρίων ὁρμὰς ἀγρίων, ἀγωνισάμενοι καλῶς, Εὐλάμπιος ὁ εὐκλεής, σὺν τῇ σεπτῇ Εὐλαμπίᾳ, ἀδελφοὶ σύναθλοι δειχθέντες, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.

Μεγαλυνάριον

Χαίρετε Μαρτύρων σεπτὴ δυάς, Εὐλάμπιε μάκαρ, σὺν τῇ Εὐλαμπίᾳ τῇ ἀδελφῆ, καὶ διακοσίους, Ἁγίους Ἀθλοφόρους, ὑπὲρ ἡμῶν Κυρίῳ, ἀεὶ πρεσβεύσατε.
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ