2021-07-19 21:01:43
Φωτογραφία για 20 Ιουλίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰακ. ε΄ 10-20

10 Ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. 11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. 12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὒ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. 13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. 14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾿ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· 15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16 ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη
. 17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. 19 Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, 20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. δ΄ 22-30

22 Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; 23 καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΠΡΟΦΗΤΗΣ ΗΛΙΑΣ Ο ΘΕΣΒΙΤΗΣ

Στίς 20 Ἰουλίου ἡ Ἐκκλησία τιμᾶ τὸν Προφήτη Ἠλία. Ἠλίας σημαίνει Θεὸς ἢ θεῖος, τὸ ὁποῖο παράγεται ἀπὸ τὸ Ἠλί, ποὺ σημαίνει στὰ ἑβραϊκὰ Θεός. Καταγόταν ἀπὸ τὴν Θέσβη καὶ ἀπὸ τὴν φυλὴ τοῦ Ἀαρών, ἀλλὰ κατοικοῦσε στὴν Γαλαάδ. Ὅταν γεννήθηκε, ὁ πατέρας του εἶδε ὀπτασία ὅτι δύο λευκοφόροι ἄνδρες τὸν ὀνόμαζαν Ἠλία, ὅτι τὸν ἐσπαργάνωναν μὲ πῦρ καὶ τοῦ ἔδιναν νὰ φάη φλόγες πυρός. Οἱ ἱερεῖς στὴν Ἱερουσαλὴμ ἐξήγησαν μετὰ ἀπὸ θεία ἀποκάλυψη τὴν ὀπτασία ὡς ἑξῆς: ὅτι ὁ λόγος του καὶ ἡ ζωή του πρόκειται νὰ εἶναι κατὰ Θεόν, ὁ ζῆλος του θὰ εἶναι εὐάρεστος στὸ Θεὸ καὶ ὅτι θὰ κρίνη τὸν Ἰσραὴλ μὲ μάχαιρα καὶ πῦρ. Ὁ Προφήτης Ἠλίας προεφήτεψε εἰκοσιπέντε χρόνια καὶ ἔζησε ὀκτακόσια δεκαέξι χρόνια πρὶν τὴν ἔλευση τοῦ Κυρίου. Ὁ προφήτης Ἠλίας ἐκατέβασε τρεῖς φορὲς πῦρ ἀπὸ τὸν οὐρανό, μὲ τὴν προσευχή του, ἔκλεισε γιὰ τριάμισυ χρόνια τοὺς οὐρανοὺς καὶ δὲν ἔβρεξε, ἀνέστησε τὸν υἱὸ τῆς Σαρεφθίας χήρας, κατέκαυσε τὶς δύο πεντηκοντάδες τῶν ἀνθρώπων, ποὺ ἔστειλε ὁ βασιλιὰς Ὀχοζίας, εἶδε τὸν Θεὸ στὸ ὄρος Χωρήβ, ὅσο εἶναι δυνατὸν αὐτὸ σὲ ἄνθρωπο, ἔσχισε τὸν Ἰορδάνη ποταμό, ἀνελήφθηκε μὲ πύρινη ἅμαξα στοὺς οὐρανοὺς καὶ παρέστη μαζὶ μὲ τὸν Προφήτη Μωϋσῆ, ὡς ἀντιπρόσωποι τῆς Παλαιᾶς Διαθήκης, στὴν Μεταμόρφωση τοῦ Κυρίου.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ὁ ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Μεγαλυνάριον

Δεῦτε τόν πυρίπνουν καί ζηλωτήν, τόν διά τεθρίππου, ἁρπαγέντα ἀπό τῆς γῆς, τῆς τοῦ Xριστοῦ δευτέρας, Πρόδρομον παρουσίας, Ἠλίαν τόν Θεσβίτην, ὕμνοις τιμήσωμεν.

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ