2021-07-10 13:29:40
Φωτογραφία για 10 Ἰουλίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. γ΄ 28 – δ΄ 4

28 Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. 29 ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, 30 ἐπείπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν.

δ΄ 1 Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; 2 εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾿ οὐ πρὸς τὸν Θεόν. 3 τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 4 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ζ΄ 24 – η΄ 4

24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· 25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν
. 26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· 27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. 28 Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.

η΄ 1 Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. 2 Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 3 καὶ ἐκτείνας τὴν χεῖραν ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. 4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣΟ ΟΣΙΟΣ ΑΝΤΩΝΙΟΣ ΤΗΣ ΛΑΥΡΑΣ ΤΟΥ ΚΙΕΒΟΥ

Στίς 10 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου Ἀντωνίου τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Ὁ ὅσιος Ἀντώνιος ἔζησε κατά τούς χρόνους τοῦ εὐσεβοῦς ἡγεμόνα Βλαδίμηρου. 

Γεννήθηκε περί τό 983 ἀπό γονεῖς εὐσεβεῖς καί σέ νεαρά ἡλικία ἐκάρη μοναχός στήν Ἱερά Μονή τοῦ Ἐσφιγμένου τοῦ Ἁγίου Ὄρους, ὅπου ἔγινε παράδειγμα ἐνάρετης καί ἀσκητικῆς ζωῆς. Μετά ἀπό θεία ὑπόδειξη ὁ ὅσιος ἀναχώρησε γιά τήν Ρωσία, ὅπου ἐγκαταστάθηκε σέ σπήλαιο στά βουνά τῆς περιοχῆς τοῦ Κιέβου. Ἀναχώρησε ὅμως τό 1015 καί πάλι γιά τό Ἅγιο Ὄρος λόγῳ τῶν αἱματηρῶν διωγμῶν τοῦ νέου ἡγεμόνα ἐναντίων τῶν ἁγίων ἀνδρῶν τῆς Ἐκκλησίας. 

Ξαναγύρισε στήν πατρίδα του καί ἐγκαταστάθηκε σέ σπήλαιο, σέ δασώδη καί ἀπρόσιτο τόπο στήν περιοχή τοῦ Κιέβου, ὅπου ἐπιδόθηκε σέ μεγάλους ἀσκητικούς ἀγῶνες, παλεύοντας μέ πολλούς πειρασμούς. Ἡ φήμη του ἁπλώθηκε σέ ὅλη τήν Ρωσία καί πολλοί ἔρχονταν γιά νά τούς χειραγωγήση στήν μοναχική πολιτεία στούς ὁποίους καί παρέδωσε τόν ἁγιορείτικο μοναχισμό. 

Ἀργότερα ἀποσύρθηκε ἀπό τήν ἡγουμενία καί ἀφοῦ ὅρισε ἐνάρετο καί ἔμπειρο ἡγούμενο, κλείσθηκε σέ νέο σπήλαιο, ὅπου συνέχισε τήν ἀσκητική του ζωή. Ὁ Θεός τόν στόλισε μέ πλούσια χαρίσματα καί ἰδιαίτερα μέ τό ἰαματικό καί τό προορατικό, ὅλη δέ ζωή του ἦταν ἕνας ἀσταμάτητος σκληρός ἀγώνας μέ τόν διάβολο. 

Σέ ἡλικία ἐνενήντα χρονῶν τό 1073 ἀναχώρησε γιά τήν Ἄνω Ἱερουσαλήμ, ἀφοῦ εἶχε νουθετήσει τούς μαθητές του καί εἶχε εὐλογήσει τήν ἀνοικοδόμηση τοῦ Ναοῦ τῆς Μονῆς τῶν Σπηλαίων. Τά ἅγια λείψανά του ἄν καί ἔχουν μείνει κρυμμένα, μετά ἀπό ἐπιθυμία τοῦ ἁγίου, δέν παύουν νά ἀποτελοῦν πηγή ἁγιασμοῦ καί θείας βοηθείας.
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ