2021-07-24 20:07:58
Φωτογραφία για 25 Ἰουλίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Γαλ. δ΄ 22-27

22 Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· 25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. 27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. η΄ 28 – θ΄ 1 

28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης
. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. 

θ΄ 1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ

Στίς 25 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς κοιμήσεως τῆς ἁγίας Ἄννης, μητέρας τῆς ὑπεραγίας Θεοτόκου. Ἡ ἁγία Ἄννα, ἡ προμήτορα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ καταγόταν ἀπό τήν φυλή τοῦ Λευΐ καί ἦταν κόρη τοῦ ἱερέως Ματθάν καί τῆς Μαρίας. Ὁ Ματθάν ἱεράτευσε κατά τούς χρόνους τῆς Κλεοπάτρας καί Σαπώρου τοῦ βασιλέα τῶν Περσῶν καί πρό τοῦ Ἡρώδου τοῦ Μεγάλου, γιοῦ τοῦ Ἀντιπάτρου. Ὁ Ματθάν εἶχε τρεῖς θυγατέρες τήν Μαρία, τήν Σοβή καί τήν Ἄννα, οἱ ὁποῖες ἡ μέν Μαρία παντρεύθηκε στήν Βηθλεέμ καί γέννησε τήν Σαλώμη τήν μαῖα, ἡ Σοβή ἐπίσης παντρεύθηκε στήν Βηθλεέμ καί γέννησε τήν Ἐλισάβετ, τήν μητέρα τοῦ Προδρόμου ἡ δέ Ἄννα παντρεύθηκε στήν Γαλιλαία καί γέννησε τήν Κυρία Θεοτόκο. Ὥστε ἡ Σαλώμη, ἡ Ἐλισάβετ καί ἡ Παναγία μας εἶναι κόρες τριῶν ἀδελφῶν ἄρα πρῶτα ξαδέλφια ἀναμεταξύ τους. Ἡ ἁγία Ἄννα ἀφοῦ γέννησε τήν Παναγία καί τήν ἀφιέρωσε τριετίζουσα στόν ναό τοῦ Θεοῦ, ὡς δῶρο καθαρό καί ἄμωμο, πέρασε τό ὑπόλοιπο τῆς ζωῆς της εὐαρεστώντας τόν Θεό μέ νηστεία, προσευχή καί ἐλεημοσύνη πρός στούς ἔχοντας ἀνάγκη καί τέλος ἐξεδήμησε πρός τόν Κύριο ἐν εἰρήνῃ. 

Ἀπολυτίκιον 

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα, διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε. 

Μεγαλυνάριον

Χαίρουσα μετέστης πρός τήν ζωήν, Ἄννα ὥσπερ μήτηρ, τῆς τεκούσης τόν Ποιητήν. Ὅθεν τούς τιμῶντας, τήν θείαν κοίμησήν σου, χαρᾶς τῆς ἀθανάτου μετόχους ποίησον.

Πηγή: orthodoxostypos
paraklisi
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ