2021-05-05 09:56:12
Φωτογραφία για Τα Απολυτίκια της ημέρας
5 Μαΐου 2021

Ανακομιδή Ιερών Λειψάνων του Αγίου Αθανασίου

Ἦχος γ’. Θείας πίστεως.

Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Ὑιόν ὁμοούσιον, ἀνακηρύξας κατᾑσχυνας Ἄρείον· Πάτερ Ὅσιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τό μέγα ἔλεος.

=-=-=-=-=-=-=-=

Αγία Ειρήνη η Μεγαλομάρτυς

  Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι' ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σὺ γὰρ τοῦ πολέμου, τᾶς ἐνέδρας φυγοῦσα, ἤθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη, διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμὶν αἴτησαι.

=-=-=-=-=-=-=-=

Άγιος Εφραίμ ο Μεγαλομάρτυρας και θαυματουργός

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ ἥλιος ἔλαμψας, καί μαρτυρικῶς, θεοφόρε, πρός Θεόν ἐξεδήμησας, βαρβάρων ὑποστάς ἐπιδρομάς, Ἐφραίμ Μεγαλομάρτυς τοῦ Χριστοῦ· διά τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς εὐλαβῶς βοῶσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἰάματα.

Πηγή: Απολυτίκια
paraklisi
VIDEO
ΜΟΙΡΑΣΤΕΙΤΕ
ΔΕΙΤΕ ΑΚΟΜΑ
ΣΧΟΛΙΑΣΤΕ
ΑΚΟΛΟΥΘΗΣΤΕ ΤΟ NEWSNOWGR.COM
ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ